Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
περὶ ὧν μοι γράφεις ἐπιστολην(*) πασῶν
ἐκομισάμην π[ε]ρὶ δὲ τῶ[ν π]υ̣[ρ]ῶν {τ[ῶν π]υ̣-
ρῶν} ὧν σε ἀπῄτηκαν οἱ πράκ[το]ρ[ε]ς ὁμόλ[ογοί(?)]
5εἰσι ἐμὲ δὲ ἐλελήθει διαστέ̣λ̣λ[ει]ν τι, τ[ὸ δὲ]
ναύβιον καὶ τὰ ἄλλα πάντα πλήρη διέγρα-
ψα. τὸ δὲ πραγμάτιον περὶ οὗ ἔγραψα Θέωνι
μὴ μελέτω σοι εἰ μὴ τετέλεσται ἐπὶ̣ μάτ̣η̣[ν]
δὲ τῶι τοῦ Παυσιρίωνος τοσοῦτον χρόνον προσ-
10καρτερ[ῶ ̣ ̣]υδε α̣π̣α̣ ̣μ[ ̣]ι̣ εν̣[ ̣ ̣ ̣]ε̣θη. κόμισ[αι]
παρὰ Χ[αιρ]ήμονος τ[ο]ῦ κομίζοντός σο[ι] τὸ [ἐπι-]
στόλιον ἀργυρίου δραχμὰς ἑκατὸν δέκ[α]
δύο , ἐξ ὧν δώσεις Σαραπίωνι τῶι φίλω[ι]
τῶι τοῦ Ἀπεὶ λυτρώσασά μου τὰ ἱμάτια
15δραχμὰς ἑκατὸν καὶ εἰς λ[ό]γον τόκου
δραχμὰς ὀκτὼ καὶ σοὶ εἰς δαπάνην τῆς
ἱορτῆς(*) δραχμὰς τέσσαρας . εἰ πλεῖον δέ μοι
παρέκει[το] πάλιν σοι ἀπεστάλκειν, καὶ
τοῦτο πέ[μ]πων κέχρημαι. ἀποδοῦσα οὖν
20αὐτῶι ἀπολήμψῃ τὰ ἱμάτια ὑγῆ(*) καὶ
ἐν ἀσφαλεῖ ποιήσῃς. μὴ ἀγωνία δὲ περὶ
ἡμῶν, οὐθὲν γὰρ φαῦλον περὶ ἡμᾶς ἐστ[ι]ν
καὶ συμφωνοῦμεν ἀλλήλοις. ἀσπάζεταί σε
Θεωνᾶς. ἀσπάζου τὰ παιδία Ἀπίωνα̣ κ̣[αὶ]
25ἀδελφὸν Ἑρματόιν, Διονυτᾶν, τοὺ̣ς̣ πε̣ρ̣[ὶ] Ν̣[ί-]
κην καὶ Θαισοῦν τὴν μικρὰν, τ[ο]ὺς περὶ [ ̣ ̣ ̣ ̣ ̣]
τα πάντας, Ἡρᾶν καὶ τοὺς αὐτοῦ, Λεοντᾶν τὸν
ὑπερήφανον καὶ τοὺς αὐτοῦ, τοὺς περὶ Τααμόιν,
[Θερ]μουθάριον. ἔρρω(σο). μη(νὸς) Καισαρείου κ.
κὸν
(perpendicular) ἐκομίσω καὶ εἰ ἀπέλαβες τὰ ἱμάτια. ἄσπασαι Διονυτᾶν καὶ Θέωνα.